05. NIOBE

NIOBE (Ниоба).

Ἡ τοῦ Ταντάλου θυγάτηρ Νιόβη (Дочь Тантала Ниоба /Ниобея/), ἔχουσα τέκνα πολλά τε καὶ καλὰ (имела много прекрасных детей), ἐπὶ τούτοις λίαν ἐσεμνύνετο (/и/ ими очень гордилась). Διαλεγομένη γὰρ αὐτῇ ποτε (Однажды, разговаривая с ней,) γυνή τις τῶν συνηθῶν (некаядевушка из живущих рядом) ἔφη κατὰ τύχην (сказала по случаю), ὅτι ἡ Λητώ ἐστι καλλίπαις(что у Лето прекрасные дети /καλλίπαις – имеющий прекрасных детей/), οἱ γὰρ παῖδες αὐτῆς θεοί εἰσιν (потому что дети её боги), ὁ τε Ἀπόλλων καὶ ἡ Ἄρτεμις (Аполлон и Артемида)· ἀκούσασα δὲ ταῦτα ἡ Νιόβη ἔφη μεγαλαυχουμένη (услышав это, Ниоба говорит, хвастаясь,) ὡς τὰ ἑαυτῆς τέκνα πολλῷ εὐειδέστερά ἐστιν ἢ τὰ ἐκείνης (что её самой дети болеепрекрасны, чем той /Лето/). Διὰ ταῦτα οὖν ἀγανακτήσασα ἡ Λητὼ (Возмущённая этим Лето) πέμπει τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν (посылает Аполлона и Артемиду). Οἱ δὲ ἀφικόμενοι τὰ τῆς Νιόβης τέκνα πάντα κατετόξευσαν (А те, придя, всех детей Ниобы уничтожаютстрелами). Ἡ δὲ Νιὀβη συνεχῶς δακρύουσα κατετήκετο (Непрерывно плачущая Ниобаизнывала), καὶ ἐγένετο πέτρα (и превратилась в скалу,) καταχέουσα ἀεὶ χειμῶνός τε καὶ θέρους ὑδάτια (из которой всегда зимой и летом текут ручьём слёзы).

Ἡ τοῦ Ταντάλου θυγάτηρ Νιόβη, ἔχουσα τέκνα πολλά τε καὶ καλὰ, ἐπὶ τούτοις λίαν ἐσεμνύνετο. Διαλεγομένη γὰρ αὐτῇ ποτε γυνή τις τῶν συνηθῶν ἔφη κατὰ τύχην, ὅτι ἡ Λητώ ἐστι καλλίπαις, οἱ γὰρ παῖδες αὐτῆς θεοί εἰσιν, ὁ τε Ἀπόλλων καὶ ἡ Ἄρτεμις· ἀκούσασα δὲ ταῦτα ἡ Νιόβη ἔφη μεγαλαυχουμένη ὡς τὰ ἑαυτῆς τέκνα πολλῷ εὐειδέστερά ἐστιν ἢ τὰ ἐκείνης. Διὰ ταῦτα οὖν ἀγανακτήσασα ἡ Λητὼ πέμπει τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν. Οἱ δὲ ἀφικόμενοι τὰ τῆς Νιόβης τέκνα πάντα κατετόξευσαν. Ἡ δὲ Νιὀβη συνεχῶς δακρύουσα κατετήκετο, καὶ ἐγένετο πέτρα καταχέουσα ἀεὶ χειμῶνός τε καὶ θέρους ὑδάτια.

Ссылка на файл 05. NIOBE.pdf


Комментарии:

Добавить комментарий

Ваш e-mail не будет опубликован. Обязательные поля помечены *