01. ANACHARSIS VISITS SOLON

ANACHARSIS VISITS SOLON (Анахарсис посещает Солона).

Σόλων ἦν συνετώτατος (Солон был мудрейшим) πάντων τῶν Ἀθηναίων (среди всех афинян), τὴν σοφίαν αὐτοῦ (его мудрость) οὐ μόνον οἱ πολῖται ἐθαύμαζον (не только горожан /Афин/ удивляла), ἀλλὰ καὶ οἱ ἄλλοι Ἕλληνες πάντες (но и всех других греков), πολλοὶ δὲ καὶ τῶν βαρβάρων (а также многих иноземцев). Ἀκούσας δὲ περὶ τούτων Σκύθης τις (услышав о нём, некий скиф), ὀνόματι Ἀνάχαρσις (по имени Анахарсис), ἐβουλεύετο διαλέγεσθαι τῷ Σόλωνι (захотел побеседовать с Солоном), ἔχων καὶ αὐτὸς δόξαν ἐν τῇ πατρίδι ὡς σοφὸς ὤν (так как и он /Анахарсис/ имел такую же славу мудреца в своём отечестве). Πλεύσας οὖν εἰς τὰς Ἀθήνας (Итак, приплыв в Афины, ) ἔρχεται εὐθὺς ἐπὶ τὴν ἐκείνου οἰκίαν (он тотчас же идёт в его дом), λέγων ὅτι (и говорит: )ἄπωθεν ἥκει (издалека я прибыл) βουλόμενος ποιεῖσθαι πρὸς ἐκεῖνον φιλίαν (желая завести с ним дружбу).” Ὑπολαμβάνει οὖν Σόλων (возражает тогда Солон)βέλτιον εἶναι ποιεῖσθαι φιλίας οἴκοι (лучше заводить друзей дома).” δὲ Ἀνάχαρσις ἀποκρίνεται εὐθὺς (тогда Анахарсис тотчас же отвечает), “οὐκοῦν δεῖ σὲ (тогда надо тебе), οἴκοι ὄντα (будучи дома), ποιεῖσθαι πρὸς ἐμὲ φιλίαν (подружиться со мной).” Ἐγέλασε τοίνυν Σόλων (засмеялся тогда Солон), καὶ δέχεται τὸν ἄνθρωπον φιλικῶς (и дружелюбно принимает человека).

Σόλων ἦν συνετώτατος πάντων τῶν Ἀθηναίων, τὴν σοφίαν αὐτοῦ οὐ μόνον οἱ πολῖται ἐθαύμαζον, ἀλλὰ καὶ οἱ ἄλλοι Ἕλληνες πάντες, πολλοὶ δὲ καὶ τῶν βαρβάρων. Ἀκούσας δὲ περὶ τούτων Σκύθης τις, ὀνόματι Ἀνάχαρσις, ἐβουλεύετο διαλέγεσθαι τῷ Σόλωνι, ἔχων καὶ αὐτὸς δόξαν ἐν τῇ πατρίδι ὡς σοφὸς ὤν. Πλεύσας οὖν εἰς τὰς Ἀθήνας ἔρχεται εὐθὺς ἐπὶ τὴν ἐκείνου οἰκίαν, λέγων ὅτι “ἄπωθεν ἥκει βουλόμενος ποιεῖσθαι πρὸς ἐκεῖνον φιλίαν.” Ὑπολαμβάνει οὖν ὁ Σόλων “βέλτιον εἶναι ποιεῖσθαι φιλίας οἴκοι.” Ὁ δὲ Ἀνάχαρσις ἀποκρίνεται εὐθὺς, “οὐκοῦν δεῖ σὲ, οἴκοι ὄντα, ποιεῖσθαι πρὸς ἐμὲ φιλίαν.” Ἐγέλασε τοίνυν ὁ Σόλων, καὶ δέχεται τὸν ἄνθρωπον φιλικῶς.

Ссылка на файл 01. ANACHARSIS VISITS SOLON.pdf

Добавить комментарий

Ваш адрес email не будет опубликован.